Η Γέννησις σου Χριστέ ο Θεός
Η Γέννησις σου Χριστέ ο Θεός ημών, ανέτειλε τω κόσμω το φως το της γνώσεως, εν αυτή γαρ οι τοις άστροις λατρεύοντες, υπό α¬στέρος εδιδάσκοντο, σε προσκυνείν τον Ήλιον της δικαιοσύνης, και σε γινώσκειν εξ ύψους Ανατολήν. Κύριε δόξα σοι.
Ἐπεσκέψατο ἡμᾶς
Ἐπεσκέψατο ἡμᾶς, ἐξ ὕψους ὁ Σωτὴρ ἡμῶν, ἀνατολὴ ἀνατολῶν, καὶ οἱ ἐν σκότει καὶ σκιᾷ, εὕρομεν τὴν ἀλήθειαν, καὶ γὰρ ἐκ τῆς Παρθένου...ἐτέχθη ὁ Κύριος.
Δεῦτε ἴδωμεν
Δεῦτε ἴδωμεν πιστοί, ποῦ ἐγεννήθη ὁ Χριστός, ἀκολουθήσωμεν λοιπὸν ἔνθα ὁδεύει ὁ ἀστήρ, μετὰ τῶν Μάγων Ἀνατολῆς τῶν Βασιλέων. Ἄγγελοι ὑμνοῦσιν, ἀκαταπαύστως ἐκεῖ. Ποιμένες ἀγραυλοῦσιν, ᾠδὴν ἐπάξιον΄ Δόξα ἐν ὑψίστοις λέγοντες, τῷ σήμερον ἐν Σπηλαίῳ τεχθέντι, ἐκ τῆς Παρθένου, καὶ Θεοτόκου, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας.
Χριστὸς γεννᾶται
Χριστὸς γεννᾶται, δοξάσατε΄ Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς, ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται.
Μάγοι και Ποιμένες
Μάγοι καὶ Ποιμένες, ἦλθον προσκυνῆσαι, Χριστὸν τὸν γεννηθέντα, ἐν Βηθλεὲμ τῇ πόλει. Νεηγενὲς Μάγων λεγόντων, παιδίον Ἄναξ, οὗ ἀστὴρ ἐφάνη, ποῦ ἐστίν, εἰς γὰρ ἐκείνου προσκύνησιν ἥκομεν, μανεὶς ὁ Ἡρῴδης ἐταράττετο, Χριστὸν ἀνελεῖν, ὁ θεομάχος φρυαττόμενος.
Μεγάλυνον ψυχή μου
Μεγάλυνον, ψυχή μου, την τιμιωτέραν και ενδοξοτέραν των άνω στρατευμάτων.
Μυστήριον ξένον ορώ και παράδοξον. Ουρανόν το σπήλαιον, θρόνον χερουβικόν την Παρθένον, την φάτνην χωρίον, εν ω ανεκλίθη ο αχώρητος Χριστός ο Θεός, ον ανυμνούντες μεγαλύνομεν.
Μυστήριον ξένον ορώ και παράδοξον. Ουρανόν το σπήλαιον, θρόνον χερουβικόν την Παρθένον, την φάτνην χωρίον, εν ω ανεκλίθη ο αχώρητος Χριστός ο Θεός, ον ανυμνούντες μεγαλύνομεν.
Αυγούστου μοναρχήσαντος
Αυγούστου μοναρχήσαντος επί της γης, η πολυαρχία των ανθρώπων επαύσατο, και σου ενανθρωπήσαντος εκ της Αγνής η πολυθεία των ειδώλων κατήργηται υπό μίαν Βασιλείαν εγκόσμιον, αι πόλεις γεγένηνται και εις μίαν δεσποτείαν Θεότητος, τα έθνη επίστευσαν.
Απεγράφησαν οι λαοί τω δόγματι του Καίσαρος επεγράφημεν οι πιστοί ονόματι Θεότητος, σου του ενανθρωπήσαντος Θεού ημών μέγα σου το έλεος,
Κύριε δόξα σοι.
Απεγράφησαν οι λαοί τω δόγματι του Καίσαρος επεγράφημεν οι πιστοί ονόματι Θεότητος, σου του ενανθρωπήσαντος Θεού ημών μέγα σου το έλεος,
Κύριε δόξα σοι.
Η Παρθένος σήμερον
Η Παρθένος σήμερον, τον υπερούσιον τίκτει, και η γη το σπήλαιον, τω απροσίτω προσάγει. Άγγελοι, μετά ποιμένων δοξολογούσι.Μάγοι δε, μετά αστέρος οδοιπορούσι. Δι' ημάς γαρ εγεννήθη, παιδίον νέον, ο προ αιώνων Θεός.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου